Πρωτοδευτέρας

Κανόνες της «Πρωτοδευτέρας» Συνόδου της Κωνσταντινουπόλεως- Περίληψη Κείμενο
Κανὼν α’ (1):
Γνώμῃ τοῦ Ἐπισκόπου οἰκοδομείσθω μοναστήριον.
Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον. Τινὲς γὰρ ὄνομα μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν ἀφιερωθέντων ἑαυτοὺς ἀναγράφουσι καὶ μόνῃ τῇ προσηγορίᾳ τὸ θεῖον ἀφοσιοῦν ἐκμηχανᾶσθαι διεγνώκασι. Τὴν αὐτὴν γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ἥνπερ ἔχειν οὐκ ἐκωλύοντο πρότερον. Καὶ τοσαύτῃ καπηλείᾳ προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων, παρ’ αὐτῶν γε τῶν ἀφιερωσάντων, καθορᾶται πιπρασκόμενα, θάμβος ὁμοῦ καὶ μῖσος τοῖς ὁρῶσι παρεχόμενα. Καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ΄ οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν. Ὥρισεν οὖν διὰ ταῦτα ἡ ἁγία σύνοδος, μηδενὶ ἐξεῖναι μοναστήριον οἰκοδομεῖν ἄνευ τῆς τοῦ ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντος εὐχήν, ὡς τοῖς πάλαι θεοφιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ μοναστήριον, πάντα δὲ τὰ ἐν αὐτῷ προσήκοντα, σὺν αὐτῷ ἐκείνῳ, βρεβίῳ ἐγκαταγράφεσθαι καὶ τοῖς ἐπισκοπικοῖς ἀρχείοις ἐναποτίθεσθαι, μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ ἐπισκόπου, ἑαυτόν ἡγούμενον ἢ ἀνθ’ ἑαυτοῦ ἕτερον καθιστᾶν. Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκέτι κύριος εἶναι δύναται, πῶς ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι, τούτων ὑφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεται;
Κανὼν β’ (2):
Περί τοῦ ὅτι απαιτείται ὁ ἀναδεξόμενος τὸν μοναχόν.
Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ’ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, (τῶν τριχῶν γὰρ μόνον τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν), ὥρισεν ἡ ἁγία σύνοδος, μηδένα τῶν ἁπάντων τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι καὶ τὴν ἐπ’ αὐτῷ ἡγεμονίαν καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς καὶ μονῆς προεστηκότος καὶ ἱκανοῦ σῴζειν ψυχήν, ἀρτίως τῷ Θεῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν ἡγουμένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι καὶ τὴν μοναδικὴν εὐταξίαν διαλύοντα, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν.
Κανὼν γ’ (2):
Περί τοῦ ἀμελοῦντος τῶν ὑπὸ χείρα μοναχῶν.
Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον, τυχεῖν ἐκρίθη διορθώσεως. Εἴ τις οὖν μονῆς προϊστάμενος, τοὺς ὑπ’ αὐτὸν τεταγμένους μοναχοὺς ἀποδιδράσκοντας, οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητείη ἢ ἐφευρίσκων οὐκ ἀναλαμβάνοιτο καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος ἰατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι καὶ ἐπιῤῥωννύειν ἀγωνίζοιτο, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζῴων ἀλόγων τὴν προστασίαν ἐγχειριζόμενος καὶ τοῦ ποιμνίου καταμελῶν οὐκ ἀτιμώρητος καταλιμπάνεται, ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμπολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται.
Κανὼν δ’ (4):
Περί των καταλειπόντων τὰς οἰκείας μονὰς, καὶ μὴ ἐπανελθόντων.
Πολυτρόπως ὁ πονηρὸς τοῦ μοναχικοῦ σχήματος τὸ σεβάσμιον ἐπονείδιστον θεῖναι κατηγωνίσατο καὶ πολλὴν εὗρεν εἰς τοῦτο συνδρομὴν τῆς προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας μονὰς τῇ ἀνάγκη τῆς αἱρέσεως οἱ μονάζοντες καταλιμπάνοντες, οἱ μὲν εἰς ἑτέρας, οἱ δὲ εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γάρ, ὅπερ αὐτοὺς δι’ εὐσέβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξηπλωμένης καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης, ἔτι τινὲς τῶν οἰκείων μοναστηρίων ἀποφοιτῶντες καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ὧδε κἀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκοσμίας τὰ μοναστήρια, πολλὴν δὲ τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Ἀλλὰ τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία σύνοδος ἀνακόπτουσα, ὥρισεν, ἵνα εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον ἢ εἰς κοσμικὸν εἰσκωμάσῃ καταγώγιον, αὐτός τε καὶ ὁ τοῦτον ὑποδεξάμενος ἀφωρισμένος εἴη ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ μέντοι γε ὁ ἐπίσκοπός τινας τῶν μοναχῶν, ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρούμενους, εἰς ἕτερον μοναστήριον ἐπὶ καταστάσει τῆς μονῆς θελήσει μετακομίσαι ἢ καὶ εἰς κοσμικὴν οἰκίαν, ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων, δοκιμάσει καταστῆσαι ἢ ἀλλαχόσε εὐδοκήσει ἐπιστῆσαι, τοῦτο οὔτε τοὺς ὑποδεχόμενους, οὔτε τοὺς μοναχοὺς ὑποδίκους ποιεῖ.
Κανὼν ε’ (5):
Περί τοῦ τῆς πείρας χρόνου τῶν μονασόντων.
Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν μοναχικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετῶς γάρ τινες εἰς τὸν μονήρη βίον ἐαυτοὺς ἐπιῤῥίπτοντες καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον κατολιγωροῦντες τῆς ἀσκήσεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. ῞Ωρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδένα τοῦ μοναχικοῦ καταξιοῦσθαι σχήματος, πρὶν ἂν ὁ τῆς τριετίας χρόνος, εἰς πεῖραν αὐτοῖς ἀφεθείς, δοκίμους αὐτοὺς καὶ ἀξίους τῆς τηλικαύτης βιοτῆς παραστήσῃ. Καὶ τοῦτο κρατεῖν παντὶ τρόπῳ παρεκελεύσατο, πλὴν εἰ μήπου τις βαρεῖα προσπεσοῦσα νόσος τὸν χρόνον ἀναγκάσῃ συσταλῆναι τῆς δοκιμασίας, ἢ μήπου τις εἴη ἀνὴρ εὐλαβὴς καὶ τὸν μοναχικὸν βίον ἐν τῷ κοσμικῷ διανύων σχήματι. ᾽Επὶ γὰρ τοῦ τοιούτου ἀνδρὸς εἰς ἀπόπειραν παντελῆ καὶ ὁ ἑξαμηνιαῖος ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται, τὸν μὲν ἡγούμενον, τῆς ἡγουμενείας ἐκπίπτοντα, παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγὴν ἐφευρίσκειν, τὸν δὲ μονάσαντα ἐν ἑτέρᾳ μονῇ, τὴν μοναχικὴν ἀκρίβειαν φυλαττούσῃ, παραδίδοσθαι.
Κανὼν ς’ (6):
Περί τοῦ μὴ ἴδιόν τι ἔχειν τοὺς μοναχούς.
Οἱ μοναχοὶ οὐδὲν ἴδιον ὀφείλουσιν ἔχειν, πάντα δὲ τὰ αὐτῶν προσκυροῦσθαι τῷ μοναστηρίῳ. Φησὶ γὰρ ὁ μακάριος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων καὶ τὴν τῶν μοναχῶν πολιτείαν διατυπούντων, ὡς οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά. Διὸ τοῖς ἐθέλουσι μονάζειν ἄδειαν δίδοται περὶ τῶν ὑπαρχόντων αὐτοῖς διατίθεσθαι πρότερον καὶ οἷς ἂν βούλοιντο προσώποις, μὴ κεκωλυμένοις δηλονότι παρὰ τοῦ νόμου τὰ αὐτῶν παραπέμπεσθαι. Μετὰ γάρ τοι τὸ μονάσαι, τῶν προσόντων αὐτοῖς ἁπάντων τὸ μοναστήριον ἔχει τὴν κυριότητα, καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν ἢ διατίθεσθαι τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτῆσίν τινα, ἥτις οὐκ ἀπεκληρώθη τῷ μοναστηρίῳ, ἰδιοποιούμενος καὶ φιλοκτησίας πάθει δουλούμενος, ταύτην μὲν παρὰ τοῦ ἡγουμένου ἢ τοῦ ἐπισκόπου ἀναλαμβάνεσθαι καὶ πολλῶν παρουσίᾳ πιπρασκομένην πτωχοῖς καὶ ἀπόροις διανέμεσθαι. Τὸν δέ γε τὴν τοιαύτην κτῆσιν, κατὰ τὸν πάλαι ᾽Ανανίαν, ὑποσυλᾶν μελετήσαντα, τῷ προσήκοντι ἐπιτιμίῳ ἡ ἁγία σύνοδος ὥρισε σωφρονίζεσθαι. Δῆλον δὲ ὡς ἅτινα περὶ μοναζόντων ἀνδρῶν ἡ ἁγία σύνοδος ἐκανόνισε, τὰ αὐτὰ καὶ περὶ μοναζουσῶν γυναικῶν κρατεῖν ἐδικαίωσεν.
Κανὼν ζ’ (7):
Περί τοῦ μὴ οἰκοδομεῖν μονήν τὸν ἐπίσκοπον ἐπί καταλύσει τῆς Ἐπισκοπῆς.
Πολλὰς τῶν ἐπισκοπῶν ὁρῶμεν καταπιπτούσας καὶ ἀφανισμῷ τελείῳ κινδυνευούσας παραδίδοσθαι, ὅτι περ οἱ τούτων προεστηκότες τὴν περὶ αὐτῶν φροντίδα καὶ ἐπιμέλειαν εἰς νεουργίας μοναστηρίων καταναλίσκουσι, καὶ ταύτας διασπῶντες καὶ τὸν σφετερισμὸν τῶν εἰσόδων ἐκμηχανώμενοι, τὴν ἐκείνων ἐπαύξησιν πραγματεύονται. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδενὶ τῶν ἐπισκόπων ἐξεῖναι μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς οἰκείας ἐπισκοπῆς νεουργεῖν. Εἰ δέ τις φωραθείη τοῦτο τολμῶν, αὐτὸν μὲν τῷ προσήκοντι ἐπιτιμίῳ καθυποβάλλεσθαι, τὸ δὲ νεουργηθὲν ὑπ᾽ αὐτοῦ, ὡς μηδὲ τὴν ἀρχὴν μοναστηρίου δίκαιον ἀπειληφός, ὡς ἰδιόκτητον τῷ ἐπισκοπείῳ προσκυροῦσθαι. Οὐδὲν γὰρ τῶν παρανόμως καὶ ἀτάκτως παρυφισταμένων, τὸ πρόκριμα τῶν κανονικῶς συνισταμένων ἀποφέρεσθαι δύναται.
Κανὼν η’ (8):
Περί τῶν μὴ διὰ νόσημα εὐνουχιζόντων.
Ὁ θεῖος καὶ ἱερὸς τῶν ἁγίων Ἀποστόλων κανών, τοὺς ἐκτέμνοντας ἑαυτοὺς αὐτοφονευτὰς κρίνει καὶ ἱερεῖς μὲν ὄντας, καθαιρεῖ, μὴ ὄντας δέ, τῆς ἐπὶ τὴν ἱερωσύνην προκοπῆς ἀπείργει, δῆλον ἐντεῦθεν καθιστῶν, ὡς εἴπερ ὁ ἑαυτὸν ἐκτέμνων αὐτοφονευτής ἐστιν, ὁ ἕτερον ἐκτέμνων πάντως φονευτής ἐστι. Θείη δ’ ἄν τις τὸν τοιοῦτον δικαίως καὶ τῆς δημιουργίας αὐτῆς ὑβριστήν. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος ὡς εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος εὐνουχίζων τινὰ ἐλεγχθείη, ἢ αὐτοχειρίᾳ ἤ ἐξ επιτάγματος, τοῦτον καθαιρέσει καθυποβάλλεσθαι, εἰ δὲ λαϊκὸς εἴη, ἀφορίζεσθαι· πλήν, εἰ μήπου νόσημά τι περιπεσὸν πρὸς ἐκτομὴν τοῦ πεπονθότος ἐκβιάζοιτο. Ὥσπερ γὰρ ὁ τῆς ἐν Νικαίᾳ συνόδου πρῶτος κανὼν τοὺς ἐν νόσῳ χειρουργηθέντας οὐ κολάζει διὰ τὸ νόσημα, οὕτω καὶ ἡμεῖς οὔτε τοὺς ἱερεῖς, ἐπιτάσσοντας εὐνουχίζεσθαι τοὺς νοσοῦντας, κατακρίνομεν, οὔτε μὴν τοὺς λαϊκούς, αὐτοχειρίᾳ πρὸς τὴν ἐκτομὴν χρεωμένους, αἰτιώμεθα∙ τοὺτο γὰρ ἰατρείαν τοῦ νοσήματος, ἀλλ’ οὐκ ἐπιβολὴν τοῦ πλάσματος, ἣ τῆς πλάσεως ὕβριν λογιζόμεθα.
Κανὼν θ’ (9):
Περὶ τῶν τυπτόντων ἀμέσως ἤ ἐμμέσως ἱερέων.
Τοῦ ἀποστολικοῦ καὶ θείου κανόνος τοὺς ἱερεῖς τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καθαιρέσει καθυποβάλλοντος, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανώμενοι θυμὸν καὶ τὰς ἀποστολικὰς διατάξεις παραχαράσσοντες τοὺς αὐτοχειρίᾳ τύπτοντας ἐξειλήφασι, μήτε τοῦ κανόνος μηδὲν τοιοῦτον ὑποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλές, τὸν αὐτοχειρίᾳ μὲν ἐν τῷ τύπτειν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι, ἀδείας δὲ διδομένης τύπτειν ἐξ ἐπιτάγματος, τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν τιμωρίαν ἐπαύξοντα παρορᾶσθαι ἀτιμώρητον. Διόπερ, τοῦ κανόνος τὸ τύπτειν ἁπλῶς κολάζοντος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα διδασκαλίαις καὶ νουθεσίαις, ἔσθ’ ὅτε δὲ καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ τῶν ἀνθρώπων σώματα ἐπιπηδᾶν. Εἰ δέ τινες εἶεν παντελῶς ἀνυποτακτοῦντες καὶ τῷ σωφονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους, διὰ τῆς πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἐγκλήσεως, οὐδεὶς κωλύει σωφρονίζεσθαι. Καὶ γὰρ καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ συνόδου πέμπτος κανών, τοὺς θορυβοῦντας καὶ στάσεις τῇ ἐκκλησίᾳ παρεισάγοντας διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπιστρέφεσθαι.
Κανὼν ι’ (10):
Περί τῶν τοῖς ἱεροῖς εἰς οἰκείαν χρωμένων ὑπηρεσίαν.
Οἱ τοῖς πάθεσιν ἑαυτοὺς ἐκδότους παραστήσαντες, οὐ μόνον τὴν ἀπὸ τῶν ἱερῶν κανόνων τιμωρίαν οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτῶν ἐκείνων κατορχεῖσθαι τετολμήκασι. Στρεβλοῦσι γὰρ αὐτούς καὶ πρὸς τὸ ἐμπαθὲς αὐτῶν ἀποκιβδηλεύουσι τοῦ θελήματος, ἵνα τῇ φιλοτιμίᾳ τῆς ἐμπαθείας, κατὰ τὸν Θεολόγον Γρηγόριον, μὴ μόνον ἀνεύθυνον αὐτοῖς ᾖ τὸ κακόν, ἀλλὰ καὶ θεῖον νομίζοιτο. Τὸν γὰρ Ἀποστολικὸν κανόνα, τὸν λέγοντα· Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην μηδεὶς ἔτι εἰς οἰκείαν χρείαν σφετερίζεσθω, παράνομον γάρ, εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. Τοῦτο οὖν εἰς συνηγορίαν τῶν οἰκείων παρανομημάτων ἐκλαμβάνοντες, οὐ, φασί, δεῖν καθαιρέσεως ἀξίους κρίνεσθαι τοὺς τὴν σεβασμίαν τῆς ἁγίας τραπέζης ἐνδυτὴν εἰς οἰκεῖον χιτῶνα ἤ έτερόν τι τῶν ἀμφίων μετασχηματίζοντας, οὐ μήν, ἀλλ’ οὐδέ τοὺς τὸ ἅγιον ποτήριον, ὦ τῆς ἀσεβείας, ἢ τὸν σεπτὸν δίσκον ἢ τὰ τούτοις παραπλήσια εἰς ἰδίαν ἐκδαπανῶντας χρείαν ἢ καταχραίνοντας, ὁ γὰρ κανών, φασι, τοὺς εἰς τοῦτο περιπίπτοντας, ἀφορισμῷ μὲν καθυποβάλλεσθαι, ἀλλ’ οὐ καθαιρέσει ἐδικαίωσεν. Ἀλλὰ τίς ἂν ἀνάσχοιτο τῆς τοσαύτης παραποιήσεως καὶ δυσσεβείας τὸ μέγεθος; Τοῦ γὰρ κανόνος τοῖς τὸ μόνον ἁγιασθέν εἰς χρῆσιν, ἀλλ’ οὐκ εἰς τελείαν ἀρπαγὴν σφετεριζομένοις τὸν ἀφορισμὸν ἐπιπέμποντος, αὐτοὶ καὶ τοὺς καθαρπάζοντας καὶ ἱεροσυλοῦντας τὰ τῶν ἁγίων ἅγια ἐλευθεροῦσι τῆς καθαιρέσεως καὶ τοὺς εἰς βρωμάτων ὑπηρεσίαν, ὅσον γε τῇ ἐφ ἑαυτοὺς κρίσει, τοὺς σεβάσμιους δίσκους ἢ τὰ ἱερὰ ποτήρια καταμολύνοντας ἀκαθαιρέτους εἰσάγουσι. Καίτοι φανεροῦ καθεστηκότος τοῦ μιάσματος καὶ δῆλον ὄν, ὡς οἱ τὰ τοιαῦτα πράττοντες οὐ μόνον καθαιρέσεως, ἀλλὰ καὶ τῆς ἐσχάτης δυσσεβείας τῷ ἐγκλήματι περιπίπτουσι. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος, τοὺς τὸ ἅγιον ποτήριον ἢ τὸν δίσκον ἢ τὴν λαβίδα ἢ τὴν σεβασμίαν ἐνδυτὴν ἢ τὸν λεγόμενον ἀέρα ἢ ἁπλῶς τοὺς ἔν τι τῶν ἐν τῷ θυσιαστηρίῳ ἱερῶν καὶ ἁγίων σκευῶν ἢ ἀμφιασμάτων, εἰς ἴδιον κέρδος ὑφαρπάζοντας ἢ εἰς χρῆσιν αποχρωμένους ἀνίερον, παντελεῖ καθαιρέσει καθυποβάλλεσθαι. Τὸ μὲν γάρ ἐστι βεβηλῶσαι, τὸ δὲ, συλῆσαι τὰ ἅγια. Τοὺς μέντοι τὰ ἔξωθεν τοῦ θυσιαστηρίου ἀφωρισμένα σκεύη τινὰ ἢ ἄμφια εἰς χρῆσιν ἀνίερον ἑαυτοῖς ἢ ἑτέροις παρέχοντας, τούτους καὶ ὁ κανὼν ἀφορίζει καὶ ἡμεῖς συναφορίζομεν, τοὺς δὲ παντελῶς ἀφαρπάζοντες, τῇ τῶν ἱεροσύλων καταδίκῃ καθυποβάλλομεν.
Κανὼν ια’ (11):
Περὶ κληρικῶν ἀξιώματα κοσμικὰ ἀναδεχομένων.
Τοὺς πρεσβυτέρους ἢ διακόνους, κοσμικὰς ἀρχὰς ἢ φροντίδας ἀναδεχομένους ἢ τὰς ἐν τοῖς οἴκοις τῶν ἀρχόντων λεγομένας κουρατωρείας, οἱ θεῖοι καὶ ἱεροὶ κανόνες καθαιρέσει καθυποβάλλουσι. Τοῦτο οὖν καὶ ἡμεῖς ἐπικυροῦντες, καὶ περὶ τῶν λοιπῶν τῶν ἐν τῷ κλήρῳ κατειλεγμένων διοριζόμεθα, ὡς, εἴ τις αὐτῶν κοσμικὰς ἀρχὰς μεταχειρίζοιτο, ἢ τὰς ἐν τοῖς τῶν ἀρχόντων οἴκοις ἢ προαστείοις λεγομένας κουρατωρείας ἀναδέχοιτο, τοῦτον τοῦ οἰκείου κλήρου ἐκδιώκεσθαι· οὐδεὶς γὰρ δύναται, κατὰ τὴν τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν αὐτόλεκτον καὶ ἀψευδεστάτην φωνήν, δυσὶ κυρίοις δουλεύειν.
Κανὼν ιβ’ (12):
Περὶ τῶν αὐτῶν ἐν εὐκτηρίοις λειτουργούντων χωρίς γνώμης τῶν Ἐπισκόπων.
Τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἢ βαπτίζοντας κληρικούς, παρὰ γνώμην τοῦ ἐπισκόπου, καθαιρέσει καθυποβαλλούσης, καὶ ἡμεῖς τούτῳ συμψηφιζόμεθα. Τῆς γὰρ ἁγίας ᾽Εκκλησίας ὀρθοτομούσης καὶ τὸν ἀληθῆ πρεσβευούσης λόγον καὶ τὸ σεμνὸν τῆς πολιτείας συντηρούσης τε καί ἐκδιδασκούσης, ἀπηχὲς καὶ ἀνόσιον παραχωρεῖν τοὺς ἀπαιδευσίᾳ καὶ ἀναρχίᾳ συζῶντας, εἰς τὰς οἰκίας ὑποδυομένους, τὴν ταύτης εὐταξίαν διασπᾶν καὶ πολλῆς ταραχῆς καὶ σκανδάλων ἀποπληροῦν. Διόπερ, ἡ νῦν ἱερά καί θεοσυνέργητος σύνοδος, τῇ οἰκουμενικῇ καὶ ἁγίᾳ ἕκτῃ συνόδῳ συμφωνοῦσα, αποκεκληρωμένους εἶναι τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας διωρίσατο, τῆς ἀποκληρώσεως δηλονότι παρὰ τοῦ κατὰ τὸν τόπον ἐπισκόπου αὐτοῖς ἀπονεμηθείσης. Εἰ δέ τινες παρὰ τούτους, τοῦ ἐπισκόπου μὴ εὐδοκοῦντος, εἰς τὰς οἰκίας εἰσπίπτοντες ἅπτεσθαι τῆς λειτουργίας ἀποτολμῶσι, τούτους μὲν καθαιρεῖσθαι, τοὺς δὲ τῆς αὐτῶν κοινωνίας μετασχόντας τῷ ἀφορισμῶ καθυποβάλλεσθαι.
Κανὼν ιγ’ (13):
Περί σχίσματος κληρικῶν ἀπὸ τῶν ἰδίων Ἐπισκόπων.
Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ὁ παμπόνηρος καταβαλών καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ Πνεύματος τεμνομένας προῤῥίζους, ἐφ΄ ἑτέραν ἦλθε μεθοδείας ὁδόν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειρῶν. Ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία σύνοδος ἀναστέλλουσα παντελῶς, ὥρισε τοῦ λοιποῦ, ἵνα, εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπὶ ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου, πρὸ συνοδικῆς διαγνώσεως καὶ ἐξετάσεως καὶ τῆς ἐπ’ αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς, κατὰ τὸ παραδεδομένον τῇ Ἐκκλησίᾳ, μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ὁ γὰρ ἐν πρεσβυτέρου τάξει τεταγμένος καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ’ αὐτῷ, τὸν οἰκεῖον πατέρα καὶ ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐστὶν ἄξιος τιμῆς ἢ ὀνομασίας. Οἱ δὲ τούτῳ συνεπόμενοι, εἰ μὲν τῶν ἱερωμένων εἶέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, εἰ δέ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς ᾽Εκκλησίας, μέχρις ἄν, τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπίσκοπον ἐπιστραφεῖεν.
Κανὼν ιδ’ (14):
Περὶ σχίσματος Ἐπισκόπων ἀπὸ τῶν ἰδίων μητροπολιτῶν.
Εἴ τις ἐπίσκοπος, ἐγκλήματος πρόφασιν ποιούμενος κατὰ τοῦ οἰκείου μητροπολίτου, πρὸ συνοδικῆς διαγνώσεως ἀποστήσει ἐαυτὸν τῆς πρὸς αὐτὸν κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ εἰθισμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος καθῃρημένον εἶναι· εἰ μόνον ἀποστὰς τοῦ οἰκείου μητροπολίτου σχίσμα ποιήσοι. Δεῖ γὰρ ἔκαστον τὰ οἰκεῖα μέτρα γινώσκειν καὶ μήτε τὸν πρεσβύτερον καταφρονεῖν τοῦ οἰκείου ἐπισκόπου, μήτε τὸν ἐπίσκοπον τοῦ οἰκείου Μητροπολίτου.
Κανὼν ιε’ (15):
Περὶ σχίσματος μητροπολιτῶν ἀπὸ τῶν ἰδίων Πατριαρχῶν.
Τὰ ὁρισθέντα ἐπὶ πρεσβυτέρων καὶ ἐπισκόπων καὶ μητροπολιτῶν, πολλῷ μᾶλλον καὶ ἐπὶ πατριαρχῶν ἁρμόζει. Ὥστε, εἴ τις πρεσβύτερος ἤ ἐπίσκοπος ἢ μητροπολίτης τολμήσειεν ἀποστῆναι τῆς πρὸς τὸν οἰκεῖον πατριάρχην κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ ὡρισμένον καὶ τεταγμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως σχίσμα ποιήσει, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος, πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ὥρισται καὶ ἐσφράγισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων καὶ σχίσμα ποιούντων καὶ τὴν ἕνωσιν τῆς Ἐκκλησίας διασπώντων. Οἱ γὰρ δι’ αἱρεσίν τινα, παρὰ τῶν ἁγίων Συνόδων ἢ Πατέρων κατεγνωσμένην, τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου τὴν αἵρεσιν δηλονότι δημοσίᾳ κηρύττοντος καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ’ ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτοι οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσονται, πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς τοῖς ὀρθοδόξοις ἀξιωθήσονται. Οἱ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων καὶ ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἕνωσιν τῆς ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι.
Κανὼν ις’ (16):
Περὶ τοῦ μὴ ἐκλέγειν ἐπίσκοπον ζώντος τοῦ πρώτου.
Διὰ τὰς φιλονεικίας τε καὶ ταραχάς, τὰς ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ συμβαινούσας, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖόν ἐστι· τό, μηδενὶ τρόπῳ ἐπίσκοπον καταστῆναι ἐν τῇ ἐκκλησίᾳ, ἧς ἔτι ὁ προεστὼς ζῇ καὶ ἐν τῇ ἰδίᾳ συνίσταται τιμῇ, εἰμὴ αὐτὸς ἑκὼν τὴν ἐπισκοπὴν παραιτήσεται. Χρὴ γὰρ πρότερον τὴν αἰτίαν τοῦ μέλλοντος τῆς ἐπισκοπῆς ἐκδιώκεσθαι, κανονικῶς ἐξεταζομένην, εἰς πέρας ἄγεσθαι, εἶθ’ οὕτω, μετὰ τὴν αὐτοῦ καθαίρεσιν, ἕτερον ἀντ᾽ αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προβιβάζεσθαι. Εἰ δέ τις τῶν ἐπισκόπων, ἐν τῇ ἰδίᾳ συνιστάμενος τιμῇ, μήτε παραιτεῖσθαι βούλοιτο, μήτε τὸν οἰκεῖον ἐθέλοι ποιμαίνειν λαόν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς ἐπισκοπῆς ὑπὲρ τὸ ἐξάμηνον ἐν ἐτέρῳ διατρίβοι τόπῳ, μήτε βασιλικῷ προστάγματι κατεχόμενος, μήτε ταῖς τοῦ οἰκείου πατριάρχου λειτουργίαις ὑπηρετούμενος, μήτε μὴν ὑπὸ νόσου χαλεπῆς τε καὶ ἀκινησίαν ἐμποιούσης παντελῆ συνεχόμενος, ὁ τοιοῦτος οὖν, ὁ κατὰ μηδεμίαν τῶν εἰρημένων προφάσεων κωλυόμενος, τῆς οἰκείας ἀφιστάμενος ἐπισκοπῆς καὶ ὑπὲρ τὸν ἐξαμηνιαῖον χρόνον ἐν ἑτέρῳ διατρίβων τόπῳ, τῆς τοῦ ἐπισκόπου τιμῆς τε καὶ ἀξίας ἀλλοτριωθήσεται παντελῶς. Τὸν γὰρ τῆς ἐμπιστευθείσης αὐτῷ καταμελοῦντα ποίμνης καὶ ἐν ἑτέρῳ ὑπὲρ τὸ ἑξάμηνον χρονοτριβοῦντα τόπῳ, ὥρισεν ἡ ἁγία σύνοδος τῆς ἀρχιερωσύνης, δι’ ἧς ποιμαίνειν ἐτάχθη, παντελῶς ἀλλότριον καθιστᾶναι, καὶ εἰς τὸν αὐτοῦ τῆς ἐπισκοπῆς τόπον ἕτερον ἀντ’ αὐτοῦ προχειρίζεσθαι.
Κανὼν ιζ’ (17):
Περὶ τοῦ μὴ ἀθρόον λαϊκόν τινα, ἢ μοναχὸν ἐπισκοπεῖν.
Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα. Ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν ἢ μοναχῶν ἀθρόον εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλ’ ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν ἀπὸ τῶν λαϊκῶν ἢ μοναχῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν ἐπισκοπικῆς, ἀρετῇ τε διαπρέψαντες καὶ τὰς κατ’ αὐτοὺς ἐκκλησίας ὑψώσαντες, ἀλλὰ τό γε σπάνιον οὐδαμοῦ νόμον τῆς Ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι, εἰ μὴ κατὰ λόγον ὁ χειροτονούμενος διὰ τῶν ἱερατικῶν προέλθοι βαθμῶν, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν.
Annunci