ΤΑΞΙΣ ΕΙΣ ΤΟ ΓΕΝΕΣΘΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΝ
Αὖται αἱ χειροθεσίαι, αἱ ἔξω τοῦ Βήματος, γίνονται οὕτω.
Προσφέρεται ὁ χειροτονούμενος, τοῦ Διακόνου κελεύοντες αὐτόν, καὶ λέγοντος τό:
Διάκονος: Κέλευσον, κελεύσατε. Κέλευσον Δέσποτα ἅγιε τὸν σοὶ προσφερόμενον.
Ὁ Πατριάρχης φορῶν Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, λέγει:
Αρχιεπίσκοπος ή ο Πατριάρχης: Η μετριότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σ εἉρχιδιάκονοντῆς καθ΄ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας. (ἥ μέγαν Οἰκονόμον ἤ ἄλλο τι).
Καὶ εὐλογεῖ αὐτόν, λεγόντων τό «Εἰς πολλὰ ἔτη Δέσποτα»
Εἰ δὲ Μητροπολίτης ἐστὶν ὁ χειροτονῶν, λέγει:
Μητροπολίτης: Η ταπεινότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἁρχιδιάκονον τῆς καθ΄ἡμᾶς Μητροπόλεως, (ἥ Οἰκονόμον ἤ ἄλλοτι).
Καὶ εὐλογει αὐτὸν ἐπὶ τῆς κεφαλῆς, καὶ οὐδέν τι πλέον. Εἰ βούλεται δὲ ὁ Ἀρχιερεύς, λεγέτω καὶ τὰς εὐχὰς μόνον, ἐπιθεὶς αὐτῶ τὴν χεῖρα. Καῖ ἐπὶμὲντοῦ ΑΡΧΙΔΙΑΚΟΝΟΥ, εὐχέσθωμεγαλοφώνως.
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἀρχιδιακονίαν τῶ γένει ἡμῶν τῆ ἀγάτω σου προμηθεία δωρησάμενος, τοῦ αὐτὴν ἐνδυσάμενος διατάττειν, καὶ διακονεῖν ἐν τοῖς ὑποβεβηκόσιν ὑπουργοῖς τῶν Θείων σου Μυστηρίων. Αὐτὸς ἔνδυσον τὴν ψάριν ταύτην τῆς Ἀρχιδιακονίας τὸν παρόντα δοῦλόν σου τὸν ἀδελφὸν ἡμῶν, καὶ κατακόσμησον αὐτὸν τῆ σεμνότητί σου, ἐν ἀρχῆ ἵστασθαι τῶν Διακόνων τοῦ λαοῦ σου, καὶ ὑπόδειγμα καλὸν αὐτὸν γενέσθαι τοῖς μετ΄ ἔπειτα ποίησον ἐν γήρει πίονι φθάσαι καὶ δοξάζειν τὸ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.